Ἐν ἀρχῇ ἦν ὁ Λόγος

Τετάρτη 9 Δεκεμβρίου 2020

''Οὐ βασιλέων ἐστί νομοθετεῖν τῇ ἐκκλησίᾳ..'' ~ Ο Άγιος Ιωάννης ο Δαμασκηνός απαντά σε Άρχοντες και Επισκόπους

Λόγοι Απολογητικοί Προς τους Διαβάλλοντας τας Αγίας Εικόνας. 
~ Άγιος Ιωάννης ο Δαμασκηνός

Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια, τὸ ἔθνος τῶν χριστιανῶν τὸ ἅγιον· Εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ’ ὃ παρέλαβεν ἡ καθολικὴ ἐκκλησία παρὰ τῶν ἁγίων ἀποστόλων πατέρων τε καὶ συνόδων καὶ μέχρι τοῦ νῦν διεφύλαξε, μὴ ἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν συμβουλὴν τοῦ ὄφεως, ὡς ἐδέξατο Εὔα καὶ ἐτρύγησε θάνατον.

Κἂν ἄγγελος, κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ’ ὃ παρελάβετε, κλείσατε τὰς ἀκοάς· ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς ἔφη ὁ θεῖος ἀπόστολος· «Ἀνάθεμα ἔστω», ἐκδεχόμενος τὴν διόρθωσιν.
*****

Οὐ βασιλέων ἐστί νομοθετεῖν τῇ ἐκκλησίᾳ. Ὅρα γάρ, τί φησιν ὁ θεῖος ἀπόστολος· «Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς ἐκκλησίας», – οὐκ εἶπε βασιλεῖς– !

Οὐ προσκυνεῖς εἰκόνι, μηδὲ τῷ υἱῷ τοῦ θεοῦ προσκύνει, «ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ» ζῶσα καὶ χαρακτὴρ ἀπαράλλακτος.

*****

Προσκυνῶ Χριστοῦ εἰκόνι ὡς σεσαρκωμένου θεοῦ, τῆς δεσποίνης τῶν ἁπάντων τῆς θεοτόκου οἷα μητρὸς τοῦ υἱοῦ τοῦ θεοῦ, τῶν ἁγίων ὡς φίλων θεοῦ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν καὶ Χριστὸν μιμησαμένων τῇ ὑπὲρ αὐτοῦ ἐκχύσει τοῦ αἵματος τὸ οἰκεῖον αἷμα ὑπὲρ αὐτῶν προεκχέαντος καὶ τῶν κατ’ ἴχνος αὐτοῦ πολιτευσαμένων. 

Καὶ ταῦτα δι’ αἰδοῦς ἄγω καὶ προσκυνήσεως· «ἡ γὰρ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει», φησὶν ὁ θεῖος Βασίλειος. Εἰ ναοὺς ἐγείρεις ἁγίοις θεοῦ, καὶ τὰ τούτων ἔγειρε τρόπαια.


Ἡ τῶν ἀποστόλων σκιὰ τὰ σουδάριά τε καὶ σιμικίνθια νόσους ἀπήλαυνε, δαίμονας ἐφυγάδευε· καὶ πῶς ἡ σκιὰ καὶ ἡ εἰκὼν τῶν ἁγίων οὐ δοξασθήσεται; Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.»

Οὐ προσκυνῶ τῇ ὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι’ ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ τὴν κατοίκησιν θέμενον καὶ δι’ ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον. «Ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Πᾶσι δὲ δῆλον, ὅτι ἡ σὰρξ ὕλη καὶ κτίσμα ἐστίν.

*****

Οὐ μόνον γράμμασι τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν παρέδωκαν, ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι. Φησὶ γοῦν ὁ θεῖος Βασίλειος ἐν εἰκοστῷ ἑβδόμῳ τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος τριάκοντα κεφαλαίων ἐπὶ λέξεως οὕτως· 

«Τῶν ἐν τῇ ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα, ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ οὐκοῦν, ὅστις γε κἂν μικρὸν γοῦν θεσμῶν ἐκκλησίας πεπείραται· εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ εὐαγγέλιον.» Ταῦτα τοῦ μεγάλου Βασιλείου τὰ ῥήματα.

*****

Οὐ δέχομαι βασιλέα τυραννικῶς τὴν ἱερωσύνην ἁρπάζοντα. Οὐ βασιλεῖς ἔλαβον ἐξουσίαν δεσμεῖν καὶ λύειν. Οἶδα Οὐάλεντα βασιλέα χριστιανὸν ὀνομαζόμενον καὶ τὴν ὀρθόδοξον πίστιν διώξαντα, Ζήνωνά τε καὶ Ἀναστάσιον, Ἡράκλειον καὶ Κωνσταντῖνον τὸν ἐν Σικελίᾳ καὶ Βαρδανίσκην τὸν καὶ Φιλιππικόν. 

Οὐ πείθομαι βασιλικοῖς κανόσι διατάττεσθαι τήν ἐκκλησίαν, ἀλλά πατρικαῖς παραδόσεσιν ἐγγράφοις τε καί ἀγράφοις.

Τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ
Λόγος ἀπολογητικός πρός τούς διαβάλλοντας τάς ἁγίας εἰκόνας.
(Ωφέλιμα αποσπάσματα, ολόκληρος ο λόγος εδώ)

Επεξεργασία κειμένου και επιλογή αποσπασμάτων, 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εναλλακτικές αναρτήσεις

Share this